Ancient Greek · ~7 min
Book 2, Τίνʼ ἐστὶν ἃ Ξενοφῶν παρὰ πότον ἣδιον ἐρωτᾶσθαί φησι καὶ σκώπτεσθαι ἢ μή.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 2.4
Not analysed yet
σκώμματος δὲ τῷ μὴ δυναμένῳ μετʼ εὐλαβείας καὶ τέχνης κατὰ καιρὸν ἅπτεσθαι παντάπασιν ἀφεκτέον ὥσπερ γὰρ οἱ ἐν ὀλισθηρῷ τόπῳ, κἂν θίγωσιν ἐκ παραδρομῆς μόνον, ἀνατρέπουσιν, οὕτως ἐν οἴνῳ πρὸς πᾶσαν ἀφορμὴν λόγου μὴ κατὰ σχῆμα γιγνομένην ἐπισφαλῶς ἔχομεν. τοῖς δὲ σκώμμασιν ἔστιν ὅτε μᾶλλον ἢ ταῖς λοιδορίαις ἐκκινούμεθα, τὸ μὲν ὑπʼ ὀργῆς πολλάκις ἀβουλήτως ὁρῶντες γιγνόμενον, τὸ δʼ ὡς οὐκ ἀναγκαῖον ἀλλʼ ἔργον ὕβρεως καὶ κακοηθείας προβαλλόμενοι· καὶ καθόλου διαλέγεσθαι τοῖς νοις μᾶλλον ἢ τοῖς φλυαροῦσι χαλεπαίνομεν δῆλον γὰρ ὅτι δόλος τῷ σχήματι προσέσται τῷ κατὰ τὸ σκῶμμα, λοιδόρημα δὲ εἶναι καὶ πεποιημένον ἐκ παρασκευῆς. ὁ γὰρ εἰπὼν ταριχοπώλην αὐτόθεν ἐλοιδόρησεν, ὁ δὲ φήσας, μεμνήμεθά σε τῷ βραχίονι ἀπομυττόμενον ἔσκωψε. καὶ Κικέρων πρὸς Ὀκταούιον, ἐκ Λιβύης εἶναι δοκοῦντα λέγοντος δʼ αὐτοῦ φάσκοντα μὴ ἀκούειν, καὶ μὴν τετρυπημένον ἔφη ἔχεις τὸ οὖς. καὶ Μελάνθιος ὑπὸ τοῦ κωμῳδιοποιοῦ καταγελώμενος ἔφη οὐκ ὀφειλόμενόν μοι ἀποδίδως ἔρανον μᾶλλον οὖν τὰ σκώμματα δάκνει, καθάπερ τὰ παρηγκιστρωμένα βέλη πλείονα χρόνον ἐμμένοντα, καὶ λυπεῖ τοὺς σκωφθέντας ἡ τέρψις τῇ κομψότητι καὶ ἡδύνει τοὺς παρόντας· ἡδόμενοι γὰρ ἐπὶ τῷ λεγομένῳ, πιστεύειν δοκοῦσι καὶ συνδιασύρειν τῷ λέγοντι. ὀνειδισμὸς γάρ ἐστι τῆς ἁμαρτίας παρεσχηματισμένος τὸ σκῶμμα κατὰ τὸν Θεόφραστον · ὅθεν ἐξ αὑτοῦ τῇ ὑπονοίᾳ προστίθησιν ὁ ἀκούσας τὸ ἐλλεῖπον ὡς εἰδὼς καὶ πιστεύων. ὁ γὰρ γελάσας καὶ ἡσθείς, τοῦ Θεοκρίτου πρὸς τὸν δοκοῦντα λωποδυτεῖν ἐρωτῶντα δʼ αὐτὸν εἰ ἐπὶ δεῖπνον βαδίζει φήσαντος βαδίζειν ἐκεῖ μέντοι καθεύδειν, βεβαιοῦντι τὴν διαβολὴν ὅμοιός ἐστι. διὸ καὶ προσαναπίμπλησι τοὺς παρόντας ὁ σκώπτων παρὰ μέλος κακοηθείας, ὡς ἐφηδομένους καὶ συνυβρίζοντας. ἓν δὲ τῇ καλῇ Λακεδαίμονι τῶν μαθημάτων ἐδόκει, τὸ σκώπτειν ἀλύπως καὶ σκωπτόμενον φέρειν· εἰ δέ τις ἀπείποι σκωπτόμενος, εὐθὺς ὁ σκώπτων ἐπέπαυτο. πῶς οὖν οὐ χαλεπὸν εὑρεῖν σκῶμμα τῷ σκωπτομένῳ κεχαρισμένον, ὅπου καὶ τὸ μὴ λυποῦν τοῦ σκώμματος οὐ τῆς τυχούσης ἐμπειρίας καὶ δεξιότητός ἐστιν;