Ancient Greek · ~6 min
Book 6, Τίς ἡ αἰτία, διʼ ἣν οἱ νηστεύοντες διψῶσι μᾶλλον ἢ πεινῶσιν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.1
Not analysed yet
ἕκτον οὖν τοῦτό σοι πέμπω τῶν Συμποσιακῶν, ἐν ᾧ πρῶτόν ἐστι τὸ περὶ τοῦ διψῆν μᾶλλον ἢ πεινῆν τοὺς νηστεύοντας. ἄλογον γὰρ ἐφαίνετο διψῆν μᾶλλον ἢ πεινῆν τοὺς ἐκνηστεύσαντας· ἡ γὰρ ἔνδεια τῆς ξηρᾶς τροφῆς ἀναπλήρωσιν οἰκείαν ἐδόκει καὶ κατὰ φύσιν ἐπιζητεῖν. ἔλεγον οὖν ἐγὼ τοῖς παροῦσιν, ὅτι τῶν ἐν ἡμῖν ἢ μόνον ἢ μάλιστα δεῖται τροφῆς τὸ θερμόν ὥσπερ ἀμέλει βλέπομεν ἔξω μήτʼ ἀέρα μήθʼ ὕδωρ μήτε γῆν ἐφιέμενα τοῦ τρέφεσθαι μηδʼ ἀναλίσκοντα τὸ πλησιάζον, ἀλλὰ μόνον τὸ πῦρ. ᾗ καὶ τὰ νέα βρωτικώτερα τῶν πρεσβυτέρων ὑπὸ θερμότητος· καὶ τοὐναντίον οἱ γέροντες ῥᾷστα νηστείαν φέρουσιν· ἀμβλὺ γὰρ ἐν αὐτοῖς καὶ μικρὸν ἤδη τὸ θερμόν ἐστιν, ὥσπερ ἐν τοῖς ἀναίμοις τῶν ζῴων, ἃ δὴ καὶ τροφῆς ἣκιστα προσδεῖται διʼ ἔνδειαν θερμότητος· αὐτὸν θʼ ἕκαστον αὑτοῦ γυμνάσια καὶ κραυγαὶ καὶ ὅσα τῷ κινεῖν αὔξει τὸ θερμόν, ἥδιον φαγεῖν ποιεῖ καὶ προθυμότερον τροφὴ δὲ τῷ θερμῷ, καθάπερ νομίζω, ὃ πρῶτον κατὰ φύσιν, μάλιστα τὸ ὑγρόν ἐστιν, ὡς αἵ τε φλόγες αὐξανόμεναι τῷ ἐλαίῳ δηλοῦσι καὶ τὸ πάντων ξηρότατον εἶναι τέφραν· ἐκκέκαυται γὰρ τὸ νοτερόν, τὸ δὲ γεῶδες ἔρημον ἰκμάδος λέλειπται· καὶ ὁμοίως διίστησι καὶ διαιρεῖ τὰ σώματα τὸ πῦρ τῷ ἐξαιρεῖν τὴν κολλῶσαν ὑγρότητα καὶ συνδέουσαν. ὅταν οὖν νηστεύσωμεν, ἐκ τῶν ὑπολειμμάτων τῆς ἐν τῷ σώματι τροφῆς ἀποσπᾶται βίᾳ τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τὸ πρῶτον, εἶτʼ ἐπʼ αὐτὴν βαδίζει τὴν σύμφυτον λιβάδα τῆς σαρκὸς ἡ πύρωσις διώκουσα τὸ νοτερόν· γενομένης οὖν ὥσπερ ἐν πηλῷ ξηρότητος, ποτοῦ μᾶλλον τὸ σῶμα δεῖσθαι πέφυκεν, ἄχρι οὗ πιόντων ἀναρρωσθὲν καὶ ἰσχῦσαν τὸ θερμὸν ἐμβριθοῦς τροφῆς ὄρεξιν ἐργάσηται.