Ancient Greek · ~5 min
Book 6, Πότερον ἔνδεια ποιεῖ τὸ πεινῆν καὶ διψῆν ἢ πόρων μετασχηματισμός.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.1-2
Not analysed yet
λεχθέντων δὲ τούτων, οἱ περὶ Φίλωνα ἰατροὶ τὴν πρώτην θέσιν ἐκίνουν· ἐνδείᾳ γὰρ οὐ γίγνεσθαι τὸ δίψος, ἀλλὰ πόρων τινῶν μετασχηματισμῷ. τοῦτο μὲν γὰρ οἱ νύκτωρ διψῶντες, ἂν ἐπικαταδάρθωσι, παύονται τοῦ διψῆν μὴ πιόντες· τοῦτο δʼ οἱ πυρέττοντες, ἐνδόσεως γενομένης ἢ παντάπασι τοῦ πυρετοῦ λωφήσαντος, καὶ ἅμα τοῦ διψῆν ἀπαλλάττονται· πολλοῖς δὲ λουσαμένοις καὶ νὴ Δίʼ ἐμέσασιν ἑτέροις λήγει τὸ δίψος. ὧν ὑπʼ οὐδενὸς αὔξεται τὸ ὑγρόν, ἀλλὰ μόνον οἱ πόροι παρέχουσι, πάσχοντές τι τῷ μετασχηματίζεσθαι, τάξιν ἑτέραν καὶ διάθεσιν. ἐκδηλότερον δὲ τοῦτο γίγνεται περὶ τὴν πεῖναν· ἐνδεεῖς γὰρ ἅμα πολλοὶ γίνονται καὶ ἀνόρεκτοι τῶν νοσούντων· ἐνίοις δʼ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες ἢ κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. ᾧ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπʼ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν· τὰ· γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν ποιοῦσιν· οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι καὶ πυκνοῦσαι τὸν στόμαχον ἢ πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν .