Ancient Greek · ~2 min
Book 6, Διὰ τίνʼ αἰτίαν ἀχύροις καὶ ἱματίοις τὴν χιόνα διαφυλάττουσι.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.1-6
Not analysed yet
μικρὸν οὖν ὁ ξένος διαλιπών οἱ ἐρῶντες ἔφη μάλιστα μὲν αὐτοῖς τοῖς παιδικοῖς, εἰ δὲ μή, περὶ αὐτῶν ἐπιθυμοῦσι διαλέγεσθαι· τοῦτο πέπονθα περὶ τῆς χιόνος. ἐπεὶ γὰρ οὐ πάρεστιν οὐδʼ ἔχομεν, ἐπιθυμοίην ἂν μαθεῖν τίς αἰτία, διʼ ἣν ὑπὸ τῶν θερμοτάτων φυλάσσεται. καὶ γὰρ ἀχύροις σπαργανοῦντες αὐτὴν καὶ περιστέλλοντες ἱματίοις ἀγνάπτοις ἐπὶ πολὺν χρόνον ἄπταιστον διατηροῦσι. θαυμαστὸν οὖν, εἰ συνεκτικὰ τὰ θερμότατα τῶν ψυχροτάτων ἐστί.