Ancient Greek · ~6 min
Book 6, Διὰ τίνʼ αἰτίαν οἱ χάλικες καὶ αἱ μολιβδίδες ἐμβαλλόμεναι ψυχρότερον τὸ ὕδωρ ποιοῦσιν.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.1-5
Not analysed yet
ἀλλὰ μὴν περὶ τῶν χαλίκων ἔφην ἢ τῶν ἀκμόνων, οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον Ἀριστοτέλει μνημονεύεις. αὐτὸ τοῦτʼ ἔφη μόνον ἐν προβλήμασιν εἴρηκε τὸ γιγνόμενον· εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσομεν ἡμεῖς· ἔστι γὰρ μάλιστα δυσθεώρητος. πάνυ μὲν οὖν ἔφην καὶ θαυμάσαιμʼ ἄν, εἰ μὴ διαφύγοι ὁ λόγος ἡμᾶς· ὅρα δʼ ὅμως. πρῶτον οὐ δοκεῖ σοι περιψύχεσθαι μὲν ὑπὸ τοῦ ἀέρος τὸ ὕδωρ ἔξωθεν ἐμπίπτοντος, ὁ δʼ ἀὴρ μᾶλλον ἰσχύειν πρὸς τοὺς λίθους καὶ τοὺς ἄκμονας ἀπερειδόμενος; οὐ γὰρ ἐῶσιν αὐτόν, ὥσπερ τὰ χαλκᾶ καὶ τὰ κεραμεᾶ τῶν ἀγγείων, διεκπίπτειν, ἀλλὰ τῇ πυκνότητι στέγοντες ἀνακλῶσιν εἰς τὸ ὕδωρ ἀπʼ αὐτῶν, ὥστε διʼ ὅλου καὶ ἰσχυρὰν γίγνεσθαι τὴν περίψυξιν. διὸ καὶ χειμῶνος οἱ ποταμοὶ ψυχρότεροι γίγνονται τῆς θαλάττης· ἰσχύει γὰρ ἐν αὐτοῖς ὁ ψυχρὸς ἀὴρ ἀνακλώμενος, ἐν δὲ τῇ θαλάττῃ διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. κατʼ ἄλλον δὲ τρόπον εἰκός ἐστι τὰ λεπτότερα τῶν ὑδάτων περιψύχεσθαι μᾶλλον ὑπὸ τοῦ ψυχροῦ· κρατεῖται γὰρ διʼ ἀσθένειαν. αἱ ἐάήἶκνι δʼ ἀκόναι καὶ οἱ χάλικες λεπτύνουσι τὸ ὕδωρ, ὅ τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπʼ αὐτοῦ, ὥστε λεπτότερον καὶ ἀσθενέστερον τὸ ὕδωρ γενόμενον μᾶλλον ὑπὸ περιψύξεως κρατεῖσθαι. καὶ μὴν ὅ τε μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, ὅς γε τριβόμενος ὄξει τὸ ψυκτικώτατον τῶν θανασίμων φαρμάκων ἐξανίησι ψιμύθιον οἵ τε χάλικες τῆ πυκνότητι τὸ ψυχρὸν διὰ βάθους ποιοῦσι· πᾶς μὲν γὰρ λίθος κατεψυγμένης καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δʼ ὁ μᾶλλον πεπυκνωμένος· ὥστʼ οὐκ ἄτοπον, εἰ τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ ὁ λίθος καὶ ὁ μόλιβδος.