Ancient Greek · ~9 min
Book 6, Διὰ τί πεινῶντες μὲν, ἐὰν πίωσι, παύονται· διψῶντες δέ, ἐὰν φάγωσιν, ἐπιτείνονται.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.2
Not analysed yet
ἐμοὶ δὲ τὸ μὲν συμβαῖνον ἀληθὲς ἐφαίνετο, τῇ δʼ ὑποθέσει τῆς αἰτίας οὐ προσεῖχον. καὶ γὰρ εἰ τοῖς πόροις τούτοις ἔφην, ὧν ἔνιοι περιέχονται καὶ ἀγαπῶσι, κατατρήσειέ τις τὴν σάρκα, πλαδαρὰν καὶ τρομώδη καὶ σαθρὰν ποιήσει· τό γε μὴ ταὐτὰ τοῦ σώματος μόρια τὸ ποτὸν προσδέχεσθαι καὶ τὸ σιτίον ἀλλʼ ὥσπερ ἠθμοῖς καταρρεῖσθαι καὶ ἀποκρίνεσθαι, κομιδῇ πλασματῶδες καὶ ἀλλόκοτον. αὕτη γὰρ ἡ πρὸς τὸ ὑγρὸν ἀνάμιξις, θρύπτουσα τὰ σιτία καὶ συνεργὰ λαμβάνουσα τὸ θερμὸν τὸ ἐντὸς καὶ τὸ πνεῦμα, πάντων ὀργάνων ἀκριβέστατα πάσαις τομαῖς καὶ διαιρέσεσι λεπτύνει τὴν τροφὴν ὥστε πᾶν μόριον αὐτῆς παντὶ μορίῳ γίγνεσθαι φίλον καὶ οἰκεῖον, οὐκ ἐναρμόττον ὥσπερ ἀγγείοις καὶ τρήμασιν ἀλλʼ ἑνούμενον καὶ προσφυόμενον. ἄνευ δὲ τούτων οὐδὲ λέλυται τῆς ἀπορίας τὸ μέγιστον· οἱ γὰρ ἐμφαγόντες, ἂν μὴ πίωσιν, οὐ μόνον οὐ λύουσιν ἀλλὰ καὶ προσεπιτείνουσι τὸ δίψος πρὸς τοῦτο δʼ οὐδὲν εἴρηται. σκόπει δὲ καὶ τὰ παρʼ ἡμῶν ἔφην εἰ φαινομένας ὑποθέσεις λαμβάνομεν, πρῶτον μὲν λαμβάνοντες τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ διαφθείρεσθαι δαπανώμενον, τῷ δʼ ὑγρῷ τὸ ξηρὸν βρεχόμενον καὶ μαλασσόμενον διαχύσεις ἴσχειν καὶ ἀναθυμιάσεις· δεύτερον δὲ μὴ νομίζοντες ἔκθλιψιν εἶναι παντάπασι μήτε τῆς ξηρᾶς τροφῆς τὴν πεῖναν μήτε τῆς ὑγρᾶς τὴν δίψαν, ἀλλὰ τοῦ μετρίου καὶ ἀρκοῦντος ἔνδειαν· οἷς γὰρ ὅλως ἂν ἐλλίπῃ θάτερον ,οὔτε πεινῶσιν οὔτε διψῶσιν ἀλλʼ εὐθὺς ἀποθνήσκουσιν. ὑποκειμένων δὲ τούτων, οὐ χαλεπὸν ἤδη τὴν αἰτίαν συνιδεῖν. ἡ μὲν γὰρ δίψα τοῖς φαγοῦσιν ἐπιτείνεται, τῶν σιτίων τῇ ξηρότητι, εἴ τι διεσπαρμένον ὑγρὸν καὶ ἀπολειπόμενον ἀσθενὲς καὶ ὀλίγον ἐν τῷ σώματι, συλλεγόντων καὶ προσεξικμαζόντων ὥσπερ ἔξω γῆν ὁρῶμεν καὶ κόνιν καὶ ἄμμον τὰ μιγνύμενα τῶν ὑγρῶν ἀναλαμβάνουσαν εἰς ἑαυτὴν καὶ ἀφανίζουσαν. τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως; τὸ ποτὸν ἀνίησιν· ἡ γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτους εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις. ὅθεν οὐ κακῶς ὄχημα τῆς τροφῆς τὸ ὑγρὸν ὁ Ἐρασίστρατος προσεῖπε· τὰ γὰρ ὑπὸ ξηρότητος ἢ πάθους ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόνως σφόδρα πεινῶντες· ἐνδυομένη ἔξωθεν ἡ εὐχυμότερα ποιεῖ καὶ τροφιμώτερα τῷ ἐγχαλᾶσθαι τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.