Ancient Greek · ~4 min
Book 6, Διὰ τί πεινῶντες μὲν, ἐὰν πίωσι, παύονται· διψῶντες δέ, ἐὰν φάγωσιν, ἐπιτείνονται.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.1-3
Not analysed yet
ῥηθέντων δὲ τούτων, ὁ ἑστιῶν ἡμᾶς καὶ ταῦτʼ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις, ἐν τῷ παραυτίκα τοῖς δὲ διψῶσι τοὐναντίον, ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ τὸ πάθος οἱ τοὺς πόρους διαφόρους ὑποτιθέμενοι ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει· ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δʼ ἰσχνότεροι τὸ μὲν ποτὸν παραδέχονται, ποιεῖ δὲ τὴν μὲν δίψαν ἡ τούτων κένωσις, ἡ δʼ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν μὲν φάγωσιν οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλʼ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων· οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν, ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.