Ancient Greek · ~3 min
Book 6, Διὰ τίνʼ αἰτίαν τὸ φρεατιαῖον ὕδωρ ἀρυσθέν, ἐὰν ἐν αὐτῷ τῷ τοῦ φρέατος ἀέρι νυκτερεύσῃ, ψυχρότερον γίγνεται.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.2-2
Not analysed yet
τὸν μὲν οὖν ξένον ἐπῃνέσαμεν ὡς ἀνδρικῶς καταμνημονεύσαντα· περὶ δὲ τοῦ λόγου διηποροῦμεν. ὁ γὰρ ἀήρ, ἐν ᾧ κρέμαται τὸ ἀγγεῖον, εἰ μὲν ψυχρός ἐστι, πῶς θερμαίνει τὸ ὕδωρ; εἰ δὲ θερμός, πῶς περιψύχει πάλιν; ἄλογον γὰρ ὑπὸ ταὐτοῦ ταὐτὸ πάσχειν τἀναντία, μηδεμιᾶς διαφορᾶς γενομένης. σιωπῶντος δʼ αὐτοῦ καὶ διαποροῦντος, οὐδὲν ἔφην δεῖν περὶ τοῦ ἀέρος διαπορεῖν ἡ γὰρ αἴσθησις λέγει ὅτι ψυχρός ἐστι, καὶ μάλιστά τῶν ἐν βάθει φρεάτων ὥστʼ ἀμήχανον ὑπʼ ἀέρος ψυχροῦ θερμαίνεσθαι τὸ ὕδωρ· ἀλλὰ μᾶλλον ὁ ψυχρὸς οὗτος ἀὴρ τὴν μὲν πηγὴν διὰ πλῆθος οὐ δύναται μεταβάλλειν ἂν δέ τις ἀφαιρῇ κατʼ ὀλίγον, μᾶλλον κρατῶν περιψύξει.