Ancient Greek · ~3 min
Book 7, Διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.1-4
Not analysed yet
Φιλάρχαιος ὢν ὁ Φλῶρος οὐκ εἴα κενὴν ἀπαίρειν τὴν τράπεζαν, ἀλλʼ ἀεὶ τῶν ἐδωδίμων ἐπʼ αὐτῇ ὑπέλειπε. καὶ οὐ τοῦτο μόνον ἔφη οἶδα τὸν πατέρα καὶ τὸν πάππον εὖ μάλα παραφυλάττοντας, ἀλλὰ μηδὲ λύχνον ἐῶντας ἀποσβεννύναι· καὶ γὰρ τοῦτο τοὺς παλαιοὺς; Ῥωμαίους ἐξευλαβεῖσθαι· τοὺς δὲ νῦν εὐθὺς ἀποσβεννύναι μετὰ τὸ δεῖπνον, ὅπως μὴ μάτην τοὔλαιον ἀναλίσκωσι. παρὼν οὖν Εὔστροφος Ἀθηναῖος εἶτʼ ἔφη τί πλέον αὐτοῖς, ἂν μὴ τὸ Πολυχάρμου τοῦ ἡμετέρου σοφὸν ἐκμάθωσιν, ὃς πολὺν ἔφη σκεπτόμενος χρόνον, ὅπως οὐ κλέψουσι τοὔλαιον οἱ παῖδες, ἐξευρεῖν μόλις· εὐθὺς γὰρ ἀποπληροῦν τοὺς λύχνους ἀποσβεσθέντας, εἶτʼ ἐπισκοπεῖν τῇ ὑστεραίᾳ πάλιν, εἰ πλήρεις διαμένουσι. γελάσας δʼ ὁ Φλῶρος οὐκοῦν εἶπεν ἐπεὶ τοῦτο τὸ πρόβλημα λέλυται, σκεψώμεθα τὸν λόγον, τοὺς παλαιοὺς εἰκός ἐστι καὶ περὶ τοὺς λύχνους καὶ περὶ τὰς τραπέζας οὕτως εὐλαβεῖς γεγονέναι.