Ancient Greek · ~2 min
Book 7, Διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.2-4
Not analysed yet
πρότερον οὖν ἐζητεῖτο περὶ τῶν λύχνων καὶ ὁ μὲν γαμβρὸς αὐτοῦ Καισέρνιος ᾤετο τῇ πρὸς τὸ ἄσβεστον καὶ ἱερὸν πῦρ συγγενείᾳ παντὸς φθορὰν πυρὸς ἀφοσιώσασθαι τοὺς πρεσβυτέρους· δύο γὰρ εἶναι φθοράς, ὥσπερ ἀνθρώπου, τὴν μὲν βίαιον σβεννυμένου, τὴν δʼ ὥσπερ κατὰ φύσιν ἀπομαραινομένου· τῷ μὲν οὖν ἱερῷ πρὸς ἀμφοτέρας ἀρήγειν, ἀεὶ τρέφοντας καὶ φυλάττοντας· τὸ δʼ ἄλλο διʼ αὑτοῦ περιορᾶν μαραινόμενον αὐτοὺς μηδὲ βιάζεσθαι μηδὲ φθονεῖν, ὥσπερ θρέμματος ἀφαιρουμένους τὸ ζῆν, ἵνα μὴ μάτην τρέφοιτο.