Ancient Greek · ~4 min
Book 7, Τίσι μάλιστα χρηστέον ἀκροάμασι παρὰ δεῖπνον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.1-8
Not analysed yet
ἐπεὶ δὲ ταῦτʼ ἐρρήθη, βουλόμενον αὖθις ἀντιλέγειν τὸν σοφιστὴν ἐγὼ διακρουόμενος ἐκεῖνο μᾶλλον ἔφην σκέψαιτʼ ἄν τις, ὦ· Διογενιανέ, πολλῶν ἀκροαμάτων ὄντων ποῖον ἂν μάλιστα γένος εἰς πότον ἐναρμόσειε, καὶ παρακαλῶμεν ἐπικρῖναι τουτονὶ τὸν σοφόν· ἀπαθὴς γὰρ ὢν πρὸς ἅπαντα καὶ ἀκήλητος οὐκ ἂν σφαλείη πρὸ τοῦ βελτίονος ἑλέσθαι τὸ ἥδιον ὡς οὖν ὅ τε Διογενιανὸς παρεκάλει καὶ ἡμεῖς, οὐδὲν μελλήσας ἐκεῖνος ἔφη τἄλλα μὲν ἐπὶ τὴν θυμέλην καὶ τὴν ὀρχήστραν ἐξελαύνειν, εἰσάγειν δὲ τὸ νεωστὶ μὲν ἐν Ῥώμῃ παρεισηγμένον εἰς τὰ συμπόσια, μήπω δʼ ἀναλάμπον ἐν τοῖς πολλοῖς. ἴστε γάρ εἶπεν ὅτι τῶν Πλάτωνος διαλόγων διηγηματικοὶ τινὲς εἰσιν οἱ δὲ δραματικοί· τούτων οὖν τῶν δραματικῶν τοὺς ἐλαφροτάτους ἐκδιδάσκονται παῖδες, ὥστʼ ἀπὸ στόματος λέγειν πρόσεστι δʼ ὑπόκρισις πρέπουσα τῷ ἤθει τῶν ὑποκειμένων προσώπων καὶ φωνῆς πλάσμα καὶ σχῆμα καὶ διαθέσεις ἑπόμεναι τοῖς λεγομένοις. ταῦθʼ οἱ μὲν αὐστηροὶ καὶ χαρίεντες ἠγάπησαν ὑπερφυῶς, οἱ δʼ ἄνανδροι καὶ διατεθρυμμένοι τὰ ὦτα διʼ ἀμουσίαν καὶ ἀπειροκαλίαν, οὕς φησιν Ἀριστόξενος χολὴν ἐμεῖν, ὅταν ἐναρμονίου ἀκούσωσιν, ἐξέβαλον· καὶ οὐ θαυμάσαιμʼ ἄν, εἰ τὸ πάμπαν ἐκβάλλουσιν· ἐπικρατεῖ γὰρ ἡ θηλύτησ.