Ancient Greek · ~2 min
Book 7, Τίσι μάλιστα χρηστέον ἀκροάμασι παρὰ δεῖπνον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.2-7
Not analysed yet
καὶ ὁ Φίλιππος ὁρῶν ὑποδυσχεραίνοντας ἐνίους φείδου εἶπεν ὦ τᾶν, καὶ παραβάλλου λοιδορῶν ἡμᾶς· ἡμεῖς γάρ ἐσμεν οἱ πρῶτοι τοῦ πράγματος εἰσαγομένου δυσχεράναντες ἐν Ῥώμῃ καὶ καθαψάμενοι τῶν ἀξιούντων Πλάτωνα διαγωγὴν ἐν οἴνῳ ποιεῖσθαι, καὶ τῶν Πλάτωνος διαλόγων ἐπὶ τραγήμασι καὶ μύροις ἀκούειν διαπίνοντας· ὅτε, καὶ Σαπφοῦς ἀναλεγομένης καὶ τῶν Ἀνακρέοντος, ἐγὼ μοι δοκῶ καταθέσθαι τὸ ποτήριον αἰδούμενος. πολλὰ δʼ εἰπεῖν ἐπιόν μοι δέδια μὴ μετὰ σπουδῆς τινος οὐ παιδιᾶς διαλέγεσθαι πρός σε δόξω· ὅθεν, ὡς ὁρᾷς, ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοὴν κατακλύσαι τῷ φίλῳ Διογενιανῷ μετὰ τῆς κύλικος δίδωμι.