Ancient Greek · ~3 min
Book 7, Διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 7.3-3
Not analysed yet
Λεύκιος δʼ ὁ τοῦ Φλώρου υἱὸς τἄλλα μὲν ἔφη καλῶς λέγεσθαι, τὸ δʼ ἱερὸν πῦρ οὐκ ἄμεινον αἱρουμένους ἑτέρου πυρὸς οὐδὲ σεμνότερον οὕτω σέβεσθαι καὶ περιέπειν· ἀλλʼ ὥσπερ Αἰγυπτίων ἐνίους μὲν τὸ κυνῶν γένος ἅπαν σέβεσθαι καὶ τιμᾶν, ἐνίους δὲ τῶν λύκων ἢ κροκοδείλων, ἕνα μέντοι τρέφειν τοὺς μὲν κύνα τοὺς δὲ κροκόδειλον τοὺς δὲ λύκον· οὐ γὰρ οἷόν τʼ ἦν ἅπαντας· οὕτως ἐνταῦθα τὴν περὶ ἐκεῖνο θεραπείαν καὶ φυλακὴν τὸ πῦρ τῆς πρὸς ἅπαν εὐλαβείας εἶναι σύμβολον. οὐδὲν γὰρ ἄλλο μᾶλλον ἐμψύχῳ προσέοικεν ἢ πῦρ, κινούμενὸν τε καὶ τρεφόμενον διʼ αὑτοῦ καὶ τῇ λαμπρότητι δηλοῦν, ὥσπερ ἡ ψυχή, καὶ σαφηνίζον ἅπαντα· μάλιστα δὲ ταῖς σβέσεσιν αὐτοῦ καὶ φθοραῖς ἐμφαίνεται δύναμις οὐκ ἀμοιροῦσα ζωτικῆς ἀρχῆς· βοᾷ γὰρ καὶ φθέγγεται καὶ ἀμύνεται, καθάπερ ἔμψυχον ἀποθνῆσκον βίᾳ καὶ φονευόμενον· εἰ μή τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας βέλτιον.