Ancient Greek · ~4 min
Book 8, Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα ἡ νύξ.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 8.4-2
Not analysed yet
ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, Ἀμμώνιος; ἔφη γελοῖοι μὲν ἴσως φανούμεθα, καὶ Δημόκριτον ἐλέγχειν οἰόμενοι καὶ Ἀναξαγόραν ἐπανορθοῦσθαι θέλοντες· οὐ μὴν ἀλλʼ ἀφαιρετέον γε τῶν Ἀναξαγόρου σωμάτων τὸν σιγμόν· οὔτε γὰρ πιθανὸς οὔτʼ ἀναγκαῖος, ἀλλʼ ὁ τρόμος ἀρκεῖ τῶν σωμάτων καὶ ἡ κίνησις ἐν τῷ φωτὶ κλονουμένων τὰς φωνὰς; διασπᾶν καὶ διαρρίπτειν πολλάκις. ὁ γὰρ ἀήρ, ὥσπερ εἴρηται, σῶμα τῆς,φωνῆς· καὶ οὐσίαν ἐμπαρέχων ἑαυτόν, ἐὰν μὲν σταθερός, εὐθύπορα καὶ λεῖα καὶ συνεχῆ τὰ τῶν ψόφων μόρια καὶ κινήματα πόρρωθεν διαδίδωσι· νηνεμία γὰρ ἠχῶδες καὶ γαλήνη, καὶ τοὐναντίον, ὡς Σιμωνίδης φησίν, οὐδὲ γὰρ ἐννοσίφυλλος ἀήτα τότʼ ὦρτʼ ἀνέμων, ἅ τις κατεκώλυε κιδναμένα μελιαδέα γᾶρυν ἀραρεῖν ἀκοαῖσι βροτῶν. πολλάκις μὲν γὰρ οὐδὲ τὸ σχῆμα τῆς φωνῆς ὁ τοῦ ἀέρος σάλος ἔναρθρον ἐᾷ πρὸς τὴν αἴσθησιν ἐξικνεῖσθαι καὶ διαμεμορφωμένον, ἀεὶ μέντοι τι τοῦ πλήθους φέρει καὶ τοῦ μεγέθους. ἡ μὲν οὖν νὺξ αὐτὴ καθʼ ἑαυτὴν οὐδὲν ἔχει κινητικὸν ἀέρος· ἡ δʼ ἡμέρα μέγα, τὸν ἣλιον, ὥσπερ αὐτὸς ὁ Ἀναξαγόρας εἴρηκεν.