Ancient Greek · ~3 min
Book 8, Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα ἡ νύξ.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 8.5
Not analysed yet
ὑπολαβὼν δὲ Θράσυλλος ὁ Ἀμμωνίου υἱὸς εἶτʼ ἔφη τί παθόντες, ὦ πρὸς Διός, εἶπας τῶι θεωρητὰ κινήματα τοῦ ἀέρος οἰόμεθα δεῖν αἰτᾶσθαι, τὸν δʼ ἐμφανῆ σάλον καὶ σπαραγμὸν αὐτοῦ παρορῶμεν; ὁ γὰρ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς οὗτος οὐ λανθάνων οὐδʼ ἀτρέμα διακινῶν τὰ σμικρότατα τοῦ ἀέρος ἀλλʼ εὐθὺς ἐκφανεὶς ἀνίστησι καὶ κινεῖ πάντα πράγματα δεξιὰ σημαίνων, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρων οἱ δʼ ἕπονται, καθάπερ ἐκ παλιγγενεσίας νέα ἐφʼ ἡμέρῃ φρονέοντες ὥς φησι Δημόκριτος, οὔτʼ ἀφώνοις οὒτʼ ἀπράκτοις ἐνεργείαις· καὶ τὸν ὄρθρον ὁ Ἴβυκος οὐ κακῶς κλυτὸν προσεῖπεν, ἐν ᾧ κλύειν καὶ ἤδη φθέγγεσθαι συμβέβηκε· τῆς δὲ νυκτὸς ἀκύμων τὰ πολλὰ καὶ ἄκλυτος ὢν ὁ ἀήρ, ἀναπαυομένων ἁπάντων, εἰκότως τὴν φωνὴν ἄθραυστον ἀναπέμπει καὶ ἀκέραιον πρὸς ἡμᾶς.