Ancient Greek · ~2 min
Book 8, Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα ἡ νύξ.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 8.6
Not analysed yet
παρὼν οὖν Ἀριστόδημος ὁ Κύπριος ἀλλʼ ὅρα εἶπεν ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν, οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. ἔχει δέ τι καὶ τὸ παρʼ ἡμᾶς αἴτιον· αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά τισιν ἢ διαπυνθανόμενοι συντόνους ποιούμεθα τὰς γεγωνήσεις. τὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδʼ ἀτρεμαῖόν ἐστιν, ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας.