Ancient Greek · ~3 min
Section 5
Plutarch, Πῶς δεῖ τὸν νέον ποιημάτων ἀκούειν. 5
Not analysed yet
δεῖ δὲ μηδὲ τὰς ἐκ τῶν παρακειμένων ἢ συμφραζομένων παραλιπεῖν ἀφορμὰς πρὸς τὴν ἐπανόρθωσιν, ἀλλʼ ὥσπερ οἱ ἰατροὶ τῆς κανθαρίδος οὔσης θανασίμου τοὺς πόδας ὅμως καὶ τὰ πτερὰ βοηθεῖν οἴονται καὶ ἀναλύειν τὴν δύναμιν, οὕτως ἐν τοῖς ποιήμασι, κἂν ὄνομα κἂν ῥῆμα παρακείμενον ἀμβλυτέραν ποιῇ τὴν πρὸς τὸ χεῖρον ἀπαγωγήν, ἐπιλαμβάνεσθαι καὶ προσδιασαφεῖν, ὡς ἐπὶ τούτων ἔνιοι ποιοῦσι τοῦτό νύ που γέρας ἐστὶν ὀιζυροῖσι βροτοῖσι, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν καὶ ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, ζώειν ἀχνυμένοις οὐ γὰρ ἁπλῶς εἶπε καὶ πᾶσιν ἀνθρώποις ὑπὸ θεῶν ἐπικεκλῶσθαι λυπηρὸν βίον, ἀλλὰ τοῖς ἄφροσι καὶ ἀνοήτοις, οὓς δειλαίους καὶ οἰκτροὺς διὰ μοχθηρίαν ὄντας εἴωθε δειλοὺς καὶ ὀιζυροὺς προσαγορεύειν.