Ancient Greek · ~5 min
Section 13
Plutarch, Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου 13
Not analysed yet
διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδʼ αὐτὸν ἐκεῖνον λέληθεν, ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς ἢ ἀγροίκου λάβηται φορίνην παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθάπερ ὁ Στρουθίας ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατορχούμενος τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις Ἀλεξάνδρου πλέον τοῦ βασιλέως πέπωκας καὶ γελῶ τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος τοὺς δὲ κομψοτέρους ὁρῶν ἐνταῦθα μάλιστα προσέχοντας αὐτῷ καὶ φυλαττομένους τὸ χωρίον τοῦτο καὶ τὸν τόπον οὐκ ἀπʼ εὐθείας ἐπάγει τὸν ἔπαινον, ἀλλʼ ἀπαγαγὼν πόρρω κυκλοῦται καὶ πρόσεισιν, οἷον ἀψοφητὶ θρέμματος ἐπιψαύων καὶ ἀποπειρώμενος. νῦν μὲν γὰρ ἑτέρων περὶ αὐτοῦ τινων ἐπαίνους ἀπαγγέλλει, καθάπερ οἱ ῥήτορες, ἀλλοτρίῳ προσχρώμενος προσώπῳ, ξένοις λέγων ἢ πρεσβυτέροις ἐν ἀγορᾷ μάλʼ ἡδέως παραγενέσθαι πολλὰ κἀγαθὰ μεμνημένοις αὐτοῦ καὶ θαυμάζουσι· νῦν δʼ αὖ πάλιν αἰτίας ἐλαφρὰς καὶ ψευδεῖς πλασάμενος καὶ συνθεὶς ἐπʼ αὐτόν, ὡς ἀκηκοὼς ἑτέρων ἀφῖκται μετὰ σπουδῆς, πυνθανόμενος ποῦ τοῦτʼ εἶπεν ἢ ποῦ τοῦτʼ ἔπραξεν. ἀρνουμένου δʼ, ὡς εἰκός, αὐτόθεν ἑλὼν ἐμβέβληκεν εἰς τοὺς ἐπαίνους τὸν ἄνθρωπον ἐγὼ δʼ ἐθαύμαζον εἰ σὺ κακῶς τινα τῶν συνήθων εἶπας ὁ μηδὲ τοὺς ἐχθροὺς πεφυκώς, εἰ σὺ τοῖς ἀλλοτρίοις ἐπεχείρησας ὁ τοσαῦτα τῶν ἰδίων δωρούμενος