Ancient Greek · ~9 min
Section 24
Plutarch, Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου 24
Not analysed yet
οὐχ ἥκιστα δʼ ἄν τις αὐτὸν ἐν τῇ πρὸς τοὺς ἄλλους φίλους διαθέσει καταμάθοι πολὺ τοῦ φίλου διαφέροντα. τῷ μὲν γὰρ ἥδιστόν ἐστι μετὰ πολλῶν φιλεῖν καὶ φιλεῖσθαι, καὶ τοῦτο πράττων ἀεὶ διατελεῖ περὶ τὸν φίλον ὅπως πολύφιλος καὶ πολυτίμητος ἔσται· κοινὰ γὰρ τὰ φίλων ἡγούμενος οὐδὲν οὕτως οἴεται δεῖν κοινὸν ὡς τοὺς φίλους ὑπάρχειν· ὁ δὲ ψευδὴς καὶ νόθος καὶ ὑπόχαλκος ὤν, ἅτε δὴ μάλιστα γιγνώσκων ἑαυτὸν ἀδικοῦντα τὴν φιλίαν ὥσπερ νόμισμα παράσημον ὑπʼ αὐτοῦ γενομένην, ἔστι μὲν καὶ φύσει φθονερός, ἀλλὰ τῷ φθόνῳ χρῆται πρὸς τοὺς ὁμοίους, διαμιλλώμενος ὑπερβαλέσθαι βωμολοχίᾳ καὶ σπερμολογίᾳ, τὸν δὲ κρείττονα τρέμει καὶ δέδοικεν, οὐ μὰ Δία παρὰ Λύδιον ἅρμα πεζὸς οἰχνεύων, ἀλλὰ παρὰ χρυσὸν ἑφθόν, ὥς φησι Σιμωνίδης, ἀκήρατον οὐδὲ μόλυβδον ἔχων . ὅταν οὖν ἐλαφρὸς ὢν καὶ ἐπίτηκτος καὶ ἀπατηλὸς ἐγγύθεν ἀντεξετάζηται πρὸς ἀληθινὴν καὶ ἐμβριθῆ φιλίαν καὶ σφυρήλατον, οὐκ ἀναφέρων ἀλλʼ ἐξελεγχόμενος ταὐτὸ ποιεῖ τῷ ζωγραφήσαντι τοὺς ἀλεκτρυόνας ἀθλίως. ἐκεῖνός τε γὰρ ἐκέλευε τὸν παῖδα τοὺς ἀληθινοὺς ἀλεκτρυόνας ἀποσοβεῖν ἀπωτάτω τοῦ πίνακος, οὗτός τε τοὺς ἀληθινοὺς ἐξ ἀποσοβεῖ φίλους καὶ οὐκ ἐᾷ πλησιάζειν ἂν δὲ μὴ δύνηται, φανερῶς, μὲν ὑποσαίνει καὶ περιέπει καί τέθηπεν ὡς ἀμείνονας, λάθρᾳ δʼ ὑφίησί τινας καὶ 25ὑποσπείρει διαβολάς. κρυφίου δὲ λόγου κνήσαντος ἕλκος, κἂν μὴ παντελῶς εὐθὺς ἐργάσηται, τὸ τοῦ Μηδίου φυλάττει μεμνημένος. ἦν δʼ ὁ Μήδιος τοῦ περὶ τὸν Ἀλέξανδρον χοροῦ τῶν κολάκων οἷον ἔξαρχος καὶ σοφιστὴς κορυφαῖος ἐπὶ τοὺς ἀρίστους συντεταγμένος. ἐκέλευεν οὖν θαρροῦντας ἅπτεσθαι καὶ δάκνειν, ταῖς διαβολαῖς, διδάσκων ὅτι, κἂν θεραπεύσῃ τὸ ἕλκος ὁ δεδηγμένος, ἡ οὐλὴ μενεῖ τῆς διαβολῆς. ταύταις μέντοι ταῖς οὐλαῖς, μᾶλλον δὲ γαγγραίναις καὶ καρκινώμασι διαβρωθεὶς Ἀλέξανδρος ἀπώλεσε καὶ Καλλισθένη καὶ Παρμενίωνα καὶ Φιλώταν· Ἅγνωσι δὲ καὶ Βαγώαις καὶ Ἀγησίαις καὶ Δημητρίοις ἀφειδῶς ἐνέδωκεν ἑαυτὸν ὑποσκελίζεσθαι, προσκυνούμενον καὶ καταστολιζόμενον καὶ ἀναπλαττόμενον ὑπʼ αὐτῶν ὥσπερ ἄγαλμα βαρβαρικόν. οὕτω μεγάλην ἔχει τὸ πρὸς χάριν δύναμιν, καὶ μεγίστην ὡς ἔοικεν ἐν τοῖς μεγίστοις εἶναι δοκοῦσι τὸ γὰρ οἴεσθαι τὰ κάλλιστα μετὰ τοῦ βούλεσθαι πίστιν ἅμα τῷ κόλακι καὶ θάρσος δίδωσι. τῶν μὲν γὰρ τόπων τὰ ὑψηλὰ δυσπρόσοδα καὶ δυσέφικτα γίγνεται τοῖς ἐπιβουλεύουσι, τὸ δʼ ἐν ψυχῇ νοῦν οὐκ ἐχούσῃ διʼ εὐτυχίαν ἢ διʼ εὐφυΐαν ὕψος καὶ φρόνημα τοῖς μικροῖς καὶ ταπεινοῖς μάλιστα βάσιμόν. ἐστιν.