Ancient Greek · ~5 min
Section 35
Plutarch, Πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου 35
Not analysed yet
ἔτι τοίνυν ὁ μὲν Θουκυδίδης φησὶν ὅστις ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς βουλεύεται· τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα διαφερόντων. ἂν δʼ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον ἢ πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται τὸ συνεχὲς καὶ φιλαίτιον· ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένον οὐκ ἔστι σοι εἶπεν ὦ τᾶν περὶ παρωνυχίας ὁ λόγος. οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν ὁ καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντα τί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, ὦ τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν ἢ παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν ἄνθρωπός ἐστιν ὁ γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν· ὁ δʼ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν οὐδὲ παισὶν ἀνεκτὸς οὐδʼ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος.