Ancient Greek · ~4 min
Section 2
Plutarch, Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή 2
Not analysed yet
ἀλλʼ ὀρθῶς μὲν εἴρηται τὸ πρὸς στάθμῃ πέτρον τίθεσθαι, μή τι πρὸς πέτρῳ στάθμην οἱ δὲ μὴ τιθέμενοι τὰ δόγματα πρὸς τοῖς πράγμασιν ἀλλὰ τὰ πράγματα πρὸς τὰς ἑαυτῶν ὑποθέσεις ὁμολογεῖν μὴ πεφυκότα καταβιαζόμενοι πολλῶν ἀποριῶν ἐμπεπλήκασι τὴν φιλοσοφίαν, μεγίστης δὲ τῆς εἰς μίαν ὁμοῦ κακίαν πάντας ἀνθρώπους πλὴν ἑνὸς τοῦ τελείου τιθεμένης, ὑφʼ ἧς αἴνιγμα γέγονεν ἡ λεγομένη προκοπή, μικρὸν ἀπολείπουσα ἀφροσύνης ἐσχάτης, τοὺς δὲ μὴ πάντων ἅμα παθῶν καὶ νοσημάτων ἀφειμένους ὑπʼ αὐτῆς ἔτι τοῖς μηδενὸς ἀπηλλαγμένοις τῶν κακίστων ὁμοίως παρέχουσα κακοδαιμονοῦντας. οὗτοι μὲν οὖν ἑαυτοὺς ἐλέγχουσιν, ἐν μὲν ταῖς σχολαῖς ἴσην ἀδικίαν τὴν Ἀριστείδου τῇ Φαλάριδος τιθέμενοι, καὶ δειλίαν τὴν Βρασίδου τῇ Δόλωνος, καὶ νὴ Δία τῆς Μελήτου μηδʼ ὁτιοῦν τὴν Πλάτωνος ἀγνωμοσύνην διαφέρουσαν, ἐν δὲ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐκείνους μὲν ἐκτρεπόμενοι καὶ φεύγοντες ὡς ἀμειλίκτους, τούτοις δʼ ὡς ἀξίοις πολλοῦ τὰ μέγιστα καὶ χρώμενοι καὶ πιστεύοντες.