Ancient Greek · ~1 min
Ἰδανθύρσου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-16
Not analysed yet
Ἰδάνθυρσος ὁ Σκυθῶν βασιλεύς, ἐφʼ ὃν διέβη Δαρεῖος, ἔπειθε τοὺς Ἰώνων τυράννους τὸ τοῦ Ἴστρου ζεῦγμα λύσαντας ἀπαλλάττεσθαι· μὴ βουληθέντας δὲ διὰ τὴν πρὸς τὸν Δαρεῖον πίστιν, ἀνδράποδα χρηστὰ καὶ ἄδραστα ἐκάλει.