Ancient Greek · ~1 min
Σκιλούρου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-18
Not analysed yet
Σκιλοῦρος ὀγδοήκοντα παῖδας ἄρρενας ἀπολιπὼν, ἐπεὶ τελευτᾶν ἔμελλε, δέσμην ἀκοντίων ἑκάστῳ προτείνων ἐκέλευε καταθραῦσαι· πάντων δὲ ἀπαγορευσάντων, καθʼ ἓν αὐτὸς ἐξελὼν ἀκόντιον ἅπαντα ῥᾳδίως συνέκλασε, διδάσκων ἐκείνους, ὅτι συνεστῶτες ἰσχυροὶ διαμενοῦσιν, ἀσθενεῖς δʼ ἔσονται διαλυθέντες καὶ στασιάσαντες.