Ancient Greek · ~1 min
Αντιοχοψ τοψ Ιεπακος
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-35
Not analysed yet
Ἀντίοχος ὁ ἐπικληθεὶς Ἱέραξ ἐπολέμει περὶ τῆς βασιλείας πρὸς τὸν ἀδελφὸν Σέλευκον· ἐπεὶ δὲ ὁ Σέλευκος ἡττηθεὶς ὑπὸ Γαλατῶν οὐδαμοῦ φανερὸς ἦν ἀλλʼ ἐδόκει κατακεκόφθαι, θεὶς τὴν πορφύραν ὁ Ἀντίοχος φαιὸν ἱμάτιον ἀνέλαβε. μετʼ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν σῴζεσθαι, εὐαγγέλια, τοῖς θεοῖς ἔθυσε καὶ τὰς πόλεις τὰς ὑφʼ ἑαυτῷ στεφανηφορεῖν ἐποίησεν.