Ancient Greek · ~1 min
1 to 3
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-54-3
Not analysed yet
Χάριλλος ὁ βασιλεὺς ἐρωτηθεὶς διὰ τί νόμους ὀλίγους οὕτω Λυκοῦργος ἔθηκεν, ἀπεκρίνατο τοὺς χρωμένους ὀλίγοις λόγοις μὴ δεῖσθαι νόμων πολλῶν. τῶν δὲ εἱλώτων τινὸς θρασύτερον αὐτῷ προσφερομένου, ναὶ τὼ σιώ, εἶπε, κατέκτανον ἄν τυ, αἰ μὴ ὠργιζόμαν. πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι τῶν κόσμων ἀδαπανώτατος οὗτός ἐστι.