Ancient Greek · ~1 min
Παιδαρήτου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-65
Not analysed yet
Παιδάρητος οὐκ ἐγκριθεὶς εἰς τοὺς τριακοσίους, ἥτις ἦν ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει, χαίρειν λέγων εἰ τριακοσίους ἡ πόλις ἔχει πολίτας ἑαυτοῦ βελτίονας.