Ancient Greek · ~1 min
1 to 2
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-68-2
Not analysed yet
Εὐδαμίδας ἰδὼν ἐν Ἀκαδημείᾳ Ξενοκράτην πρεσβύτερον ἤδη μετὰ τῶν μαθητῶν φιλοσοφοῦντα καὶ πυθόμενος ὅτι τὴν ἀρετὴν ζητεῖ, πότε οὖν, εἶπεν, αὐτῇ χρήσεται; πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος, ἔφη, θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται.