Ancient Greek
1 to 3
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-70-3
Not analysed yet
Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους, μόνοι γοῦν, εἶπεν, ἡμεῖς οὐδὲν μεμαθήκαμεν κακὸν παρʼ ὑμῶν. ἑτέρου δὲ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν, ἡμεῖς δὲ οὐδέποτε, εἶπεν, ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα. σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ἔφη, τίς γὰρ αὐτὸν ψέγει;