Ancient Greek · ~1 min
Κάτλου Λουτατίου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-85
Not analysed yet
Κάτλος Λουτάτιος ἐν τῷ Κιμβρικῷ πολέμῳ παρὰ τὸν Ἀτίσωνα ποταμὸν στρατοπεδεύων, ἐπεὶ τοὺς βαρβάρους ὁρῶντες οἱ Ῥωμαῖοι διαβαίνειν ἐπιχειροῦντας ἀνεχώρουν, μὴ δυνάμενος αὐτοὺς κατασχεῖν ὥρμησεν εἰς τοὺς πρώτους τῶν ἀποτρεχόντων, ὅπως δοκῶσι μὴ φεύγειν τοὺς πολεμίους, ἀλλὰ τῷ στρατηγῷ κατακολουθεῖν.