Ancient Greek · ~5 min
13 to 18
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 13-2-18
Not analysed yet
νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ, βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου, τί λέγεις; εἶπεν, ἢ ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα; ἑτέρου δὲ ῥήτορος ἀκούων λέγοντος ὅτι χιονοβόλος ἡ ὥρα γενομένη λιποβοτανεῖν ἐποίησε τὴν χώραν, οὐ παύσῃ μοι, εἶπεν, ὡς ὄχλῳ χρώμενος; Θρασύλλου δὲ τοῦ κυνικοῦ δραχμὴν αἰτήσαντος αὐτόν, ἀλλʼ οὐ βασιλικόν, ἔφη, τὸ δόμα· τοῦ δὲ εἰπόντος, οὐκοῦν τάλαντον δός μοι, ἀλλʼ οὐ κυνικόν, ἔφη, τὸ λῆμμα. πέμπων δὲ Δημήτριον τὸν υἱὸν μετὰ νεῶν πολλῶν καὶ δυνάμεων ἐλευθερώσοντα τοὺς Ἕλληνας ἔλεγε τὴν δόξαν ὥσπερ ἀπὸ σκοπῆς τῆς Ἑλλάδος εἰς τὴν οἰκουμένην πυρσεύεσθαι. Ἀνταγόρου δὲ τοῦ ποιητοῦ γόγγρον ἕψοντος καὶ αὐτοῦ τὴν λοπάδα σείοντος, ἐπιστὰς ἐξόπισθεν, οἴει, φησί, τὸν Ὅμηρον, ὦ Ἀνταγόρα, γόγγρον ἕψειν τὰς τοῦ Ἀγαμέμνονος γράφοντα πράξεις; καὶ ὁ Ἀνταγόρας, σὺ δέ, εἶπεν, ὦ βασιλεῦ, τὸν Ἀγαμέμνονα νομίζεις πράττοντα τὰς πράξεις ἐκείνας πολυπραγμονεῖν, εἴ τις ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει; ἐπεὶ δʼ ὄναρ ἰδὼν χρυσοῦν θέρος ἐξαμῶντα Μιθριδάτην ἐβουλεύσατο κτεῖναι, καὶ Δημητρίῳ τῷ υἱῷ φράσας ὥρκωσε σιωπήσειν, παραλαβὼν τὸν Μιθριδάτην ὁ Δημήτριος καὶ συμπεριπατῶν παρὰ θάλατταν ἐν τῷ αἰγιαλῷ κατέγραψε τῷ σαυρωτῆρι τοῦ δόρατος, φεῦγε, Μιθριδᾶτα. ἐκεῖνος δὲ νοήσας ἔφυγεν εἰς Πόντον κἀκεῖ βασιλεύων διετέλεσε.