Ancient Greek · ~1 min
Σκιπίωνος τοῦ Νεωτέρου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 14
Not analysed yet
Συναπεδήμει δὲ αὐτῷ φίλος μὲν εἷς φιλόσοφος Παναίτιος, οἰκέται δὲ πέντε· καὶ τούτων ἑνὸς ἀποθανόντος ἐπὶ τῆς ξένης, ἄλλον μὴ βουλόμενος πρίασθαι ἀπὸ τῆς Ῥώμης μετεπέμψατο.