Ancient Greek · ~2 min
17 to 19
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 17-19
Not analysed yet
μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτὴν δημοκρατίας Ἀθηναίοις γενομένης κατεγνώσθη θάνατος τοῦ Φωκίωνος ἐν ἐκκλησίᾳ καὶ τῶν φίλων· οἱ μὲν οὖν ἄλλοι κλαίοντες ἤγοντο τῷ δὲ Φωκίωνι σιωπῇ βαδίζοντι τῶν ἐχθρῶν τις ἐνέπτυσεν ἀπαντήσας εἰς τὸ πρόσωπον. ὁ δὲ πρὸς τοὺς ἄρχοντας ἀποβλέψας, οὐ παύσει τις, εἶπε, τοῦτον ἀσχημονοῦντα; τῶν δὲ μελλόντων συναποθνῄσκειν ἑνὸς ὀδυρομένου καὶ ἀγανακτοῦντος, οὐκ ἀγαπᾷς, εἶπεν, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθανούμενος; ἤδη δὲ τῆς κύλικος αὐτῷ προσφερομένης, ἐρωτηθεὶς εἴ τι λέγει πρὸς τὸν υἱόν, ἔγωγε, εἶπεν, ἐντέλλομαι καὶ παρακαλῶ μηδὲν Ἀθηναίοις μνησικακεῖν.