Ancient Greek · ~1 min
Ἐπαμεινώνδου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 24-2
Not analysed yet
ἐν δὲ τῇ τελευταίᾳ μάχῃ τρωθεὶς καὶ κομισθεὶς ἐπὶ σκηνὴν ἐκάλει Δαΐφαντον, εἶτα μετʼ ἐκεῖνον Ἰολαΐδαν· τεθνάναι δὲ τοὺς ἄνδρας πυθόμενος ἐκέλευε διαλύεσθαι πρὸς τοὺς πολεμίους, ὡς οὐκ ὄντος αὐτοῖς στρατηγοῦ. καὶ τῷ λόγῳ τὸ ἔργον ἐμαρτύρησεν ὡς εἰδότος ἄριστα τοὺς πολίτας.