Ancient Greek · ~1 min
Φαβίου Μαξίμου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 3
Not analysed yet
μετὰ δὲ τὴν ἐν Κάνναις ἀτυχίαν τῆς πόλεως ἄρχων κατασταθεὶς μετὰ Κλαυδίου Μαρκέλλου, τόλμαν ἔχοντος ἀνδρὸς καὶ φιλομαχοῦντος ἀεὶ πρὸς τὸν Ἀννίβαν, αὐτὸς ἤλπιζεν, εἰ μηδεὶς μάχοιτο, ταχὺ τὴν δύναμιν τοῦ Ἀννίβα παρατεινομένην ἀπαγορεύσειν ἔλεγεν οὖν ὁ Ἀννίβας ὅτι μᾶλλον φοβεῖται Μαρκέλλου μαχομένου Φάβιον μὴ μαχόμενον.