Ancient Greek · ~2 min
Ἐπαμεινώνδου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 8
Not analysed yet
ἐπεὶ δὲ Λακεδαιμονίων ἐπιστρατευομένων ἀνεφέροντο χρησμοὶ τοῖς Θηβαίοις, οἱ μὲν ἧτταν οἱ δὲ νίκην φράζοντες, ἐκέλευε τοὺς μὲν ἐπὶ δεξιὰ τοῦ βήματος θεῖναι τοὺς δὲ ἐπʼ ἀριστερά. τεθέντων δὲ πάντων, ἀναστὰς εἶπεν, ἐὰν μὲν ἐθελήσητε τοῖς ἄρχουσι πείθεσθαι καὶ τοῖς πολεμίοις ὁμόσε χωρεῖν, οὗτοι ὑμῖν εἰσὶν οἱ χρησμοί, δείξας τοὺς βελτίονας· ἐὰν δὲ ἀποδειλιάσητε πρὸς τὸν κίνδυνον, ἐκεῖνοι, πρὸς τοὺς χείρονας ἰδών.