Ancient Greek · ~3 min
9 to 12
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 9-3-12
Not analysed yet
Ἀππίου δὲ Κλαυδίου περὶ τῆς τιμητικῆς ἀρχῆς ἁμιλλωμένου πρὸς αὐτὸν καὶ λέγοντος, ὅτι πάντας ὀνομαστὶ Ῥωμαίους αὐτὸς ἀσπάζεται, Σκιπίωνος ὀλίγου δεῖν ἀγνοοῦντος ἅπαντας, ἀληθῆ λέγεις, εἶπεν, ἐμοὶ γὰρ οὐκ εἰδέναι πολλοὺς ἀλλʼ ὑπὸ μηδενὸς ἀγνοεῖσθαι μεμέληκεν. ἐκέλευε δὲ τοὺς πολίτας, ἐπειδὴ ἐτύγχανον πολεμοῦντες Κελτίβηρσιν, ἀμφοτέρους ἐπὶ τὴν στρατείαν ἐκπέμψαντας ἢ πρεσβευτὰς ἢ χιλιάρχους μάρτυρας λαμβάνειν καὶ κριτὰς τῆς ἑκάστου ἀρετῆς τοὺς πολεμοῦντας. ἀποδειχθεὶς δὲ τιμητὴς νεανίσκου μὲν ἀφείλετο τὸν ἵππον, ὅτι δειπνῶν πολυτελῶς, ἐν ᾧ χρόνῳ Καρχηδὼν ἐπολεμεῖτο, μελίπηκτον εἰς σχῆμα τῆς πόλεως διαπλάσας καὶ τοῦτο Καρχηδόνα προσειπὼν προύθηκε διαρπάσαι τοῖς παροῦσι καὶ πυνθανομένου τοῦ νεανίσκου τὴν αἰτίαν διʼ ἣν ἀφῄρηται τὸν ἵππον, ἐμοῦ γάρ, ἔφη, πρότερος Καρχηδόνα διήρπασας. Γάιον δὲ Λικίνιον ἰδὼν παρερχόμενον, οἶδα, ἔφη, τοῦτον ἐπιωρκηκότα τὸν ἄνδρα· μηδενὸς δὲ κατηγοροῦντος, οὐ δύναμαι κατήγορος αὐτὸς εἶναι καὶ δικαστής.