Ancient Greek · ~3 min
Chapter 17
Plutarch, Ῥωμύλος 17.5
Not analysed yet
ἑάλω δὲ καὶ Ταρπήιος προδοσίας ὑπὸ Ῥωμύλου διωχθείς, ὡς Ἰόβας φησὶ Γάλβαν Σουλπίκιον ἱστορεῖν. τῶν δʼ ἄλλα περὶ Ταρπηίας λεγόντων ἀπίθανοι μέν εἰσιν οἱ Τατίου θυγατέρα τοῦ ἡγεμόνος τῶν Σαβίνων οὖσαν αὐτήν, Ῥωμύλῳ δὲ βίᾳ συνοικοῦσαν, ἱστοροῦντες ταῦτα ποιῆσαι καὶ παθεῖν ὑπὸ τοῦ πατρός· ὧν καὶ Ἀντίγονός ἐστι. Σιμύλος δʼ ὁ ποιητὴς καὶ παντάπασι ληρεῖ, μὴ Σαβίνοις οἰόμενος, ἀλλὰ Κελτοῖς τὴν Ταρπηίαν προδοῦναι τὸ Καπιτώλιον, ἐρασθεῖσαν αὐτῶν τοῦ βασιλέως. λέγει δὲ ταῦτα· ἡ δʼ ἀγχοῦ Τάρπεια παραὶ Καπιτώλιον αἶπος ναίουσα Ῥώμης ἔπλετο τειχολέτις, Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους. καὶ μετʼ ὀλίγα περὶ τῆς τελευτῆς· τὴν δʼ οὔτʼ ἄρʼ Βόιοί τε καὶ ἔθνεα μυρία Κελτῶν χηράμενοι ῥείθρων ἐντὸς ἔθεντο Πάδου, ὅπλα δʼ ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν κούρῃ ἐπὶ στυγερῇ κόσμον ἔθεντο φόνον.