Ancient Greek · ~3 min
18.1 to 18.3
Plutarch, Ῥωμύλος 18.1-3
Not analysed yet
τῆς μέντοι Ταρπηίας ἐκεῖ ταφείσης, ὁ λόφος ὠνομάζετο Ταρπήιος, ἄχρι οὗ Ταρκυνίου βασιλέως Διὶ τὸν τόπον καθιεροῦντος ἅμα τά τε λείψανα μετηνέχθη, καὶ τοὔνομα τῆς Ταρπηίας ἐξέλιπε· πλὴν πέτραν ἔτι νῦν ἐν τῷ Καπιτωλίῳ Ταρπηίαν καλοῦσιν, ἀφʼ ἧς ἐρρίπτουν τοὺς κακούργους. ἐχομένης δὲ τῆς ἄκρας ὑπὸ τῶν Σαβίνων, ὅ τε Ῥωμύλος ὑπʼ ὀργῆς εἰς μάχην αὐτοὺς προὐκαλεῖτο, καὶ ὁ Τάτιος ἐθάρρει, καρτερὰν εἰ βιασθεῖεν ἀναχώρησιν ὁρῶν αὐτοῖς ὑπάρχουσαν. ὁ γὰρ μεταξὺ τόπος, ἐν ᾧ συμπίπτειν ἔμελλον, ὑπὸ πολλῶν λόφων περιεχόμενος, ἀγῶνα μὲν ὀξὺν ἐδόκει καὶ χαλεπὸν ὑπὸ δυσχωρίας ἀμφοτέροις παρέξειν, φυγὰς δὲ καὶ διώξεις ἐν στενῷ βραχείας. ἔτυχε δὲ τοῦ ποταμοῦ λιμνάσαντος οὐ πολλαῖς πρότερον ἡμέραις ἐγκαταλελεῖφθαι τέλμα βαθὺ καὶ τυφλὸν ἐν τόποις ἐπιπέδοις κατὰ τὴν νῦν οὖσαν ἀγοράν, ὅθεν οὐκ ἦν ὄψει πρόδηλον οὐδʼ εὐφύλακτον, ἄλλως δὲ χαλεπὸν καὶ ὕπουλον. ἐπὶ τοῦτο τοῖς Σαβίνοις ἀπειρίᾳ φερομένοις εὐτύχημα γίγνεται.