Ancient Greek
Chapter 28
Plutarch, Ῥωμύλος 28.1
Not analysed yet
οὕτως οὖν ἄνδρα τῶν πατρικίων γένει πρῶτον ἤθει τε δοκιμώτατον αὐτῷ τε Ῥωμύλῳ πιστὸν καὶ συνήθη, τῶν ἀπʼ Ἄλβης ἐποίκων, Ἰούλιον Πρόκλον, εἰς ἀγορὰν παρελθόντα καὶ τῶν ἁγιωτάτων ἔνορκον ἱερῶν ἁψάμενον εἰπεῖν ἐν πᾶσιν, ὡς ὁδὸν αὐτῷ βαδίζοντι Ῥωμύλος ἐξ ἐναντίας προσιὼν φανείη, καλὸς μὲν ὀφθῆναι καὶ μέγας ὡς οὔποτε πρόσθεν, ὅπλοις δὲ λαμπροῖς καὶ φλέγουσι κεκοσμημένος.