Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Ῥωμύλος 28.2
Not analysed yet
αὐτὸς μὲν οὖν ἐκπλαγεὶς πρὸς τὴν ὄψιν ὦ βασιλεῦ, φάναι, τί δὴ παθὼν ἢ διανοηθείς, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας ἀδίκοις καὶ πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ὀρφανὴν ἐν μυρίῳ πένθει προλέλοιπας; ἐκεῖνον δʼ ἀποκρίνασθαι· θεοῖς ἔδοξεν ὦ Πρόκλε τοσοῦτον ἡμᾶς γενέσθαι μετʼ ἀνθρώπων χρόνον, ἐκεῖθεν ὄντας, καὶ πόλιν ἐπʼ ἀρχῇ καὶ δόξῃ μεγίστῃ κτίσαντας, αὖθις οἰκεῖν οὐρανόν. ἀλλὰ χαῖρε καὶ φράζε Ῥωμαίοις, ὅτι σωφροσύνην μετʼ ἀνδρείας ἀσκοῦντες ἐπὶ πλεῖστον ἀνθρωπίνης ἀφίξονται δυνάμεως. ἐγὼ δʼ ὑμῖν εὐμενὴς ἔσομαι δαίμων Κυρῖνος.