Ancient Greek · ~6 min
Section 11
Plutarch, Τῶν ἑπτὰ σοφῶν συμπόσιον 11
Not analysed yet
Μνησίφιλος δʼ ὁ Ἀθηναῖος, ἑταῖρος ὢν καὶ ζηλωτὴς Σόλωνος, ἐγώ τοι εἶπεν ὦ Περίανδρε τὸν λόγον ἀξιῶ καθάπερ τὸν οἶνον μὴ πλουτίνδην μηδʼ ἀριστίνδην ἀλλʼ ἐξ ἴσου πᾶσιν ὥσπερ ἐν δημοκρατίᾳ νέμεσθαι καὶ κοινὸν εἶναι· τῶν δʼ ἄρτι περὶ ἀρχῆς καὶ βασιλείας εἰρημένων οὐδὲν ἡμῖν τοῖς δημοτικοῖς μέτεστιν. ὅθεν οἰόμεθα δεῖν πάλιν ἕκαστον ὑμῶν περὶ πολιτείας ἰσονόμου γνώμην τινὰ συμβαλέσθαι, ἀρξαμένους αὖθις ἀπὸ Σόλωνος. Ἐδόκει δὴ ταῦτα ποιεῖν. καὶ πρῶτος ὁ Σόλων ἀλλʼ ἀκήκοας μέν εἶπεν ὦ Μνησίφιλε μετὰ πάντων Ἀθηναίων ἣν ἔχω γνώμην περὶ πολιτείας· εἰ δὲ βούλει καὶ νῦν ἀκούειν, δοκεῖ μοι πόλις ἄριστα πράττειν καὶ μάλιστα σῴζειν δημοκρατίαν, ἐν ᾗ τὸν ἀδικήσαντα τοῦ ἀδικηθέντος οὐδὲν ἧττον οἱ μὴ ἀδικηθέντες προβάλλονται καὶ κολάζουσι Δεύτερος δʼ ὁ Βίας ἔφησε κρατίστην εἶναι δημοκρατίαν ἐν πάντες ὡς τύραννον φοβοῦνται τὸν νόμον. ἐπὶ τούτῳ Θαλῆς τὴν μήτε πλουσίους ἄγαν μήτε πένητας ἔχουσαν πολίτας. μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις ἐν ᾗ τῶν ἄλλων ἴσων νομιζομένων ἀρετῇ τὸ βέλτιον ὁρίζεται, κακίᾳ δὲ τὸ χεῖρον. πέμπτος δʼ ὁ Κλεόβουλος ἔφη μάλιστα σωφρονεῖν δῆμον ὅπου τὸν ψόγον μᾶλλον οἱ πολιτευόμενοι δεδοίκασιν ἢ τὸν νόμον. ἕκτος δὲ Πιττακός, ὅπου τοῖς πονηροῖς οὐκ ἔξεστιν ἄρχειν καὶ τοῖς ἀγαθοῖς οὐκ ἔξεστι μὴ ἄρχειν. μετατραπεὶς δʼ ὁ Χίλων ἀπεφήνατο τὴν μάλιστα νόμων ἥκιστα δὲ ῥητόρων ἀκούουσαν πολιτείαν ἀρίστην εἶναι. τελευταῖος δὲ πάλιν ὁ Περίανδρος ἐπικρίνων ἔφη δοκεῖν αὐτῷ πάντας ἐπαινεῖν δημοκρατίαν τὴν ὁμοιοτάτην ἀριστοκρατίᾳ.