Ancient Greek · ~4 min
Section 8
Plutarch, Τῶν ἑπτὰ σοφῶν συμπόσιον 8
Not analysed yet
γελάσας οὖν ὁ Περίανδρος, ἔχομεν εἶπεν Αἴσωπε τὴν δίκην προσηκόντως, πρὶν ἢ τοὺς Ἀμάσιδος οὓς προειλόμεθα πάντας εἰσαγαγεῖν λόγους εἰς ἑτέρους ἐμπεσόντες. ὅρα δή, Νειλόξενε, τὰ λοιπὰ τῆς ἐπιστολῆς, καὶ χρῶ παροῦσιν ἐν ταὐτῷ τοῖς ἀνδράσιν ἀλλὰ μήν ὁ Νειλόξενος ἔφη τὴν μὲν τοῦ Αἰθίοπος ἐπίταξιν οὐδὲν ἄν τις ἄλλο πλὴν ἀχνυμένην σκυτάλην προσείποι κατʼ Ἀρχίλοχον, ὁ δὲ σὸς ξένος Ἄμασις ἡμερώτερος ἐν τοῖς τοιούτοις προβλήμασι καὶ μουσικώτερος γέγονεν ἐκέλευσε γὰρ αὐτὸν εἰπεῖν τὸ πρεσβύτατον καὶ τὸ κάλλιστον καὶ τὸ μέγιστον καὶ τὸ σοφώτατον καὶ τὸ κοινότατον, καὶ ναὶ μὰ Δία πρὸς τούτοις τὸ ὠφελιμώτατον, καὶ τὸ βλαβερώτατον καὶ τὸ ἰσχυρότατον καὶ τὸ ῥᾷστον ἆρʼ οὖν ἀπεκρίνατο καὶ διέλυσε τούτων ἕκαστον; οὕτως ὁ Νειλόξενος ἔφη· κρίνετε δʼ ὑμεῖς ἀκούσαντες. περὶ πολλοῦ γὰρ ὁ βασιλεὺς ποιεῖται μήτε συκοφαντῶν ἁλῶναι τὰς ἀποκρίσεις, εἲ τέ τι σφάλλεται κατὰ ταύτας ὁ ἀποκρινάμενος, τοῦτο μὴ διαφυγεῖν ἀνεξέλεγκτον. ἀναγνώσομαι δʼ ὑμῖν ὥσπερ ἀπεκρίνατο. τί πρεσβύτατον; χρόνος. τί μέγιστον; κόσμος. τί σοφώτατον; ἀλήθεια. τί κάλλιστον; φῶς. τί κοινότατον; θάνατος. τί ὠφελιμώτατον; θεός. τί βλαβερώτατον; δαίμων. τί ῥωμαλεώτατον; τύχη. τί ῥᾷστον; ἡδύ.