Ancient Greek
16.4 to 16.5
Plutarch, Σερτώριος 16.4-5
Not analysed yet
ἐπεὶ δὲ ὁ μὲν οὐκ ὀλίγα πράγματα μάτην ἑαυτῷ καὶ πολὺν γέλωτα τοῖς θεωμένοις παρασχὼν ἀπεῖπεν, ὁ δὲ ἀσθενὴς ἀκαρεὶ καὶ σὺν οὐδενὶ πόνῳ ψιλὴν τριχῶν ἀπέδειξε τὴν οὐράν, ἀναστὰς ὁ Σερτώριος, ὁρᾶτε, εἶπεν, ἄνδρες σύμμαχοι, τὴν ἐπιμονὴν ἀνυσιμωτέραν τῆς βίας οὖσαν, καὶ πολλὰ τῶν ἁθρόως ἀλήπτων ἐνδιδόντα τῷ κατὰ μικρόν. ἄμαχον γὰρ τὸ ἐνδελεχές, ᾧ πᾶσαν ἐπιὼν ὁ χρόνος αἱρεῖ καὶ κατεργάζεται δύναμιν, εὐμενὴς ὢν σύμμαχος τοῖς δεχομένοις λογισμῷ τὸν καιρὸν αὐτοῦ, τοῖς δὲ ἀκαίρως ἐπειγομένοις πολεμιώτατος. τοιαῦτα μὲν ὁ Σερτώριος ἑκάστοτε πλέκων παραμύθια τοῖς βαρβάροις διεπαιδαγώγει τὸν καιρόν.