Ancient Greek · ~2 min
Chapter 17
Plutarch, Σερτώριος 17.1
Not analysed yet
οὐδενὸς δὲ ἧττον αὐτοῦ τῶν πολεμικῶν ἔργων ἐθαυμάσθη τὸ περὶ τοὺς λεγομένους Χαρακιτανούς. εἰσὶ δὲ δῆμος ὑπὲρ τόν Ταγώνιον ποταμόν, οὐκ ἄστεσιν οὐδὲ κώμαις ἐνοικοῦντες, ἀλλὰ λόφος ἐστὶν εὐμεγέθης καὶ ὑψηλός ἄντρα καὶ κοιλώματα πετρῶν βλέποντα πρὸς βορέαν περιέχων, ἡ δʼ ὑποκειμένη πᾶσα χώρα πηλὸν ἀργιλώδη καὶ γῆν ὑπὸ χαυνότητος εὔθρυπτον ἀναδίδωσιν, οὔτε τοὺς ἐπιβαίνοντας ἀνέχεσθαι καρτεράν, καὶ μικρὸν ἁψαμένων, ὥσπερ ἄσβεστον ἢ τέφραν, ἐπὶ πολὺ διαχεομένην.