Ancient Greek · ~3 min
26.3 to 26.4
Plutarch, Σερτώριος 26.3-4
Not analysed yet
οἱ δὲ ἐπείθοντο, καί παρασκευάσαντες ἄνθρωπον γράμματα κομίζοντα τῷ Σερτωρίῳ προσήγαγον. ἐδήλου δὲ τὰ γράμματα νίκην τινὸς τῶν ὑπʼ αὐτῷ στρατηγῶν καί φόνον πολὺν τῶν πολεμίων, ἐφʼ οἷς τοῦ Σερτωρίου περιχαροῦς ὄντος καί θύοντος εὐαγγέλια, Περπέννας ἑστίασιν αὐτῷ καί τοῖς παροῦσι φίλοις ʽοὗτοι δὲ ἦσαν ἐκ τῆς συνωμοσίας ἐπηγγέλλετο, καί πολλὰ λιπαρήσας ἔπεισεν ἐλθεῖν. ἀεὶ μὲν οὖν τὰ μετὰ Σερτωρίου δεῖπνα πολλὴν εἶχεν αἰδῶ καί κόσμον, οὔτε ὁρᾶν τι τῶν αἰσχρῶν οὔτε ἀκούειν ὑπομένοντος, ἀλλὰ καί τοὺς συνόντας εὐτάκτοις καί ἀνυβρίστοις παιδιαῖς χρῆσθαι καί φιλοφροσύναις ἐθίζοντος· τότε δέ, τοῦ πότου μεσοῦντος, ἀρχὴν ἁψιμαχίας ζητοῦντες ἀναφανδὸν ἀκολάστοις ἐχρῶντο ῥήμασι, καί πολλὰ προσποιούμενοι μεθύειν ἠσέλγαινον ὡς παροξυνοῦντες ἐκεῖνον.