Ancient Greek · ~2 min
Chapter 26
Plutarch, Σερτώριος 26.5
Not analysed yet
ὁ δὲ εἴτε δυσχεραίνων τὴν ἀκοσμίαν, εἴτε τὴν διάνοιαν αὐτῶν τῇ θρασύτητι τῆς λαλιᾶς καί τῇ παρὰ τὸ εἰωθὸς ὀλιγωρίᾳ συμφρονήσας, μετέβαλε τὸ σχῆμα τῆς κχισίας, ὕπτιον ἀνεὶς ἑαυτὸν, ὡς οὔτε προσέχων οὔτε κατακούων. ἐπεὶ δὲ ὁ Περπέννας φιάλην τινὰ λαβὼν ἀκράτου μεταξὺ πίνων ἀφῆκεν ἐκ τῶν χειρῶν καί ψόφον ἐποίησεν, ὅπερ ἦν αὐτοῖς σύμβολον, Ἀντώνιος ὑπερκατακείμενος παίει τῷ ξίφει τὸν Σερτώριον.