Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Σερτώριος 3.4
Not analysed yet
ἐπεὶ δὲ τῶν στρατιωτῶν ἐν ἀφθόνοις ὑβριζόντων καὶ τὰ πολλὰ μεθυόντων καταφρονήσαντες οἱ βάρβαροι μετεπέμψαντο νυκτὸς ἐπικουρίαν παρὰ τῶν ἀστυγειτόνων Ὠριτανῶν καὶ κατʼ οἰκίας ἐπιόντες ἔκτεινον αὐτούς, ὑπεκδὺς ὁ Σερτώριος μετʼ ὀλίγων καὶ τοὺς ἐκπίπτοντας συναγαγών κύκλῳ τὴν πόλιν περιῆλθε· καὶ καθʼ ἃς οἱ βάρβαροι πύλας ἔλαθον παρεισπεσόντες ἀνεῳγμένας εὑρών, οὐ ταὐτὸν ἐκείνοις ἔπαθεν, ἀλλὰ φρουρὰς ἐπιστήσας καὶ καταλαβὼν πανταχόθεν τὴν πόλιν ἔκτεινε τοὺς ἐν ἡλικίᾳ πάντας.