Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Σερτώριος 3.5
Not analysed yet
ὡς δὲ ἀνῃρέθησαν, ἐκέλευσε τοὺς στρατιώτας πάντας τὰ μὲν αὑτῶν ὅπλα καὶ τὴν ἐσθῆτα καταθέσθαι, τοῖς δὲ τῶν βαρβάρων ἐνσκευασαμένους ἕπεσθαι πρὸς τὴν πόλιν ἐκείνην ἐξ ἧς ἀπεστάλησαν οἱ νύκτωρ ἐπιπεσόντες αὐτοῖς. ψευσάμενος δὲ τῇ τῶν ὅπλων ὄψει τοὺς βαρβάρους τάς τε πύλας ἀνεῳγμένας εὗρε καὶ πλῆθος ἀνθρώπων ἔλαβεν οἰομένων ἀπαντᾶν εὖ πεπραχόσι φίλοις καὶ πολίταις. διὸ πλεῖστοι μὲν ὑπὸ τῶν Ῥωμαίων ἐσφάττοντο περὶ τὰς πύλας, οἱ δὲ λοιποὶ παραδόντες ἑαυτοὺς ἐπράθησαν.