Ancient Greek · ~2 min
Chapter 4
Plutarch, Σερτώριος 4.2
Not analysed yet
οὐ μὴν ὑφήκατο τῆς στρατιωτικῆς τόλμης εἰς ἀξίωμα προεληλυθὼς ἡγεμόνος, ἀλλὰ καὶ χειρὸς ἐπιδεικνύμενος ἔργα θαυμαστὰ καὶ τὸ σῶμα τοῖς ἀγῶσιν ἀφειδῶς ἐπιδιδούς, τῶν ὄψεων ἀπέβαλε τὴν ἑτέραν ἐκκοπεῖσαν. ἐπὶ τούτῳ δὲ καὶ καλλωπιζόμενος ἀεὶ διετέλει. τοὺς μὲν γὰρ ἄλλους οὐκ ἀεὶ τὰ μαρτύρια τῶν ἀριστειῶν περιφέρειν, ἀλλὰ καὶ ἀποτίθεσθαι στρεπτὰ καὶ δόρατα καὶ στεφάνους, αὐτῷ δὲ τῆς ἀνδραγαθίας παραμένειν τὰ γνωρίσματα, τοὺς αὐτοὺς ἔχοντι τῆς ἀρετῆς ἅμα καὶ τῆς συμφορᾶς θεατάς.