Ancient Greek · ~1 min
Chapter 4
Plutarch, Σερτώριος 4.1
Not analysed yet
ἐκ τούτου Σερτώριος ἐν τῇ Ἰβηρίᾳ διεβοήθη· καὶ ὅτε πρῶτον ἐπανῆκεν εἰς Ῥώμην, ταμίας ἀποδείκνυται τῆς περὶ Πάδον Γαλατίας, ἐν δέοντι. τοῦ γὰρ Μαρσικοῦ πολέμου συνισταμένου, στρατιώτας τε προσταχθὲν αὐτῷ καταλέγειν καὶ ὅπλα ποιεῖσθαι, σπουδὴν καὶ τάχος προσθεὶς τῷ ἔργῳ παρὰ τὴν τῶν ἄλλων νέων βραδυτῆτα καὶ μαλακίαν ἀνδρὸς ἐμπράκτως βιωσομένου δόξαν ἔσχεν.